Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 55.10 Dem. 55.13 (English) >>Dem. 55.17

55.11καὶ δὴ κατὰ τοῦτο τὸ χωρίον, ἄνδρες δικασταί, γενομένης ἐπομβρίας συνέβη τὸ ὕδωρ ἐμβαλεῖν· ἀμεληθὲν δʼ οὔπω τοῦ πατρὸς ἔχοντος αὐτό, ἀλλʼ ἀνθρώπου δυσχεραίνοντος ὅλως τοῖς τόποις καὶ μᾶλλον ἀστικοῦ, δὶς καὶ τρὶς ἐμβαλὸν τὸ ὕδωρ τά τε χωρίʼ ἐλυμήνατο καὶ μᾶλλον ὡδοποίει. διὸ δὴ ταῦθʼ πατὴρ ὁρῶν, ὡς ἐγὼ τῶν εἰδότων ἀκούω, καὶ τῶν γειτόνων ἐπινεμόντων ἅμα καὶ βαδιζόντων διὰ τοῦ χωρίου, τὴν αἱμασιὰν περιῳκοδόμησεν ταύτην. 55.12καὶ ὡς ταῦτʼ ἀληθῆ λέγω, παρέξομαι μὲν καὶ μάρτυρας ὑμῖν τοὺς εἰδότας, πολὺ δʼ, ἄνδρες Ἀθηναῖοι, τῶν μαρτύρων ἰσχυρότερα τεκμήρια. Καλλικλῆς μὲν γάρ φησιν τὴν χαράδραν ἀποικοδομήσαντα βλάπτειν ἔμʼ αὑτόν· ἐγὼ δʼ ἀποδείξω χωρίον ὂν τοῦτο, ἀλλʼ οὐ χαράδραν. 55.13εἰ μὲν οὖν μὴ συνεχωρεῖθʼ ἡμέτερον ἴδιον εἶναι, τάχʼ ἂν τοῦτʼ ἠδικοῦμεν, εἴ τι τῶν δημοσίων ᾠκοδομοῦμεν· νυνὶ δʼ οὔτε τοῦτʼ ἀμφισβητοῦσιν, ἔστιν τʼ ἐν τῷ χωρίῳ δένδρα πεφυτευμένα, ἄμπελοι καὶ συκαῖ. καίτοι τίς ἂν ἐν χαράδρᾳ ταῦτα φυτεύειν ἀξιώσειεν; οὐδείς γε. τίς δὲ πάλιν τοὺς αὑτοῦ προγόνους θάπτειν; 55.14οὐδὲ τοῦτʼ οἶμαι. ταῦτα τοίνυν ἀμφότερʼ, ἄνδρες δικασταί, συμβέβηκεν· καὶ γὰρ τὰ δένδρα πεφύτευται πρότερον τὸν πατέρα περιοικοδομῆσαι τὴν αἱμασιάν, καὶ τὰ μνήματα παλαιὰ καὶ πρὶν ἡμᾶς κτήσασθαι τὸ χωρίον γεγενημένʼ ἐστίν. καίτοι τούτων ὑπαρχόντων τίς ἂν ἔτι λόγος ἰσχυρότερος, ἄνδρες Ἀθηναῖοι, γένοιτο; τὰ γὰρ ἔργα φανερῶς ἐξελέγχει. καί μοι λαβὲ πάσας νυνὶ τὰς μαρτυρίας, καὶ λέγε.Μαρτυρίαι



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 55.10 Dem. 55.13 (English) >>Dem. 55.17

Powered by PhiloLogic